Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΔΙΑ ΤΟΥΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ

Ἱερεύς· Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε· νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Λαός· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Λαός· Ἀμήν.
Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, (ἤ τῆς δούλης σου, ἤ τάς ψυχάς τῶν δούλων σου) Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν (ἤ αὐτάς), εἰς τὴν μακαρίαν ζωὴν, τὴν παρὰ σοί, φιλάνθρωπε.
Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου (ἤ τῆς δούλης σου, ἤ τάς ψυχάς τῶν δούλων σου), ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς Ἅδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου (ἤ τῆς δούλης σου, ἤ τάς ψυχάς τῶν δούλων σου) Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ ἐλεηθῆναι και συγχωρηθῆναι τὴν ψυχὴν τοῦ δούλου σου (ἤ τῆς δούλης σου, ἤ τάς ψυχάς τῶν δούλων σου).
Ἱερεύς· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Λαός· Κύριε, ἐλέησον (γ’).
Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (ἤ τῆς κεκοιμημένης δούλης, ἤ τῶν ψυχῶν τῶν κεκοιμημένων δούλων), τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (ἤ αὐτῇ, ἤ αὐτοῖς) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Λαός· Κύριε, ἐλέησον (γ’).
Ἱερεύς· Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (ἤ αὐτῆς, ἤ τὰς ψυχάς αὐτῶν) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς, αὐτῶν) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Λαός· Παράσχου Κύριε.
Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.
Λαός· Κύριε ἐλέησον.
Ἱερεύς· Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (ἤ τῆς κεκοιμημένης δούλης σου, ἤ τάς ψυχάς τῶν κεκοιμημένων δούλων σου), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ (ἤ αὐτῆς,ἤ αὐτῶν), πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
Ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τῆς κεκοιμημένης δούλης σου, ἤ τῶν κεκοιμημένων δούλων σου), Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.
Λαός· Ἀμήν.
Ἱερεύς· Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Ἀπόλυσις
Ἱερεύς· Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς, ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου (ἤ τῆς μεταστάσης δούλης, ἤ τάς ψυχάς τῶν ἐξ ἡμῶν μεταστάντων δούλων), αὐτοῦ ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεῆσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.
Ἱερεύς· Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)
Ἐπί δέ γυναικός
Ἱερεύς· Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστος καί ἀείμνηστος ἀδελφή ἡμῶν. (γ΄)
Ἐπί δέ πολλούς
Ἱερεύς· Αἰωνία σας ἡ μνήμη, ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοί ἡμῶν. (γ΄)
Λαός· Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ (ἤ αὐτῆς, ἤ αὐτῶν), ἡ μνήμη. (γ΄)
Ἱερεύς· Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Λαός· Ἀμήν.





ΑΓΙΑ ΠΑΡΑΣΚΕΥΗ, ΟΣΙΟΜΑΡΤΥΣ
ΒΙΟΓΡΑΦΙΑ
Η Αγία Παρασκευή γεννήθηκε στη Ρώμη στα χρόνια του αυτοκράτορα Αντωνίνου (138 - 160 μ.Χ.). Ήταν κόρη των ευσεβών Χριστιανών, Αγάθωνα και Πολιτείας, οι οποίοι φρόντισαν για την χριστιανική αγωγή της, όπως είχαν υποσχεθεί στο Θεό στην περίπτωση που θα τους έδινε ένα παιδί. Επειδή το παιδί γεννήθηκε ημέρα Παρασκευή έλαβε αυτό το όνομα.Μετά το θάνατο των γονέων της, η Παρασκευή μοίρασε όλη την περιουσία της στους φτωχούς και ανέπτυξε ιεραποστολική δραστηριότητα στην Ρώμη και στα περίχωρα της πόλης, κηρύσσοντας το λόγο του Χριστού. Η δράση της προκάλεσε τον ειδωλολάτρη αυτοκράτορα Αντωνίνο, ο οποίος την συνέλαβε και της υποσχέθηκε υλικά αγαθά στην περίπτωση που θα θυσίαζε στα είδωλα. Βλέποντας όμως πως η Αγία παρέμενε σταθερή στην...
ΑΓΙΟΣ ΣΤΕΦΑΝΟΣ Ο ΣΑΒΒΑΪΤΗΣ, ΟΣΙΟΣ
ΒΙΟΓΡΑΦΙΑ
Ανεψιός του Ιωάννου Δαμάσκηνου ο Στέφανος, γεννήθηκε στη Δαμασκό το 725 μ.Χ. Τον πατέρα του έλεγαν Θεόδωρο Μανσούρ και ήταν αδελφός του Ιωάννου Δαμάσκηνου.Σε ηλικία δέκα ετών, ο Στέφανος εισήχθη από το θείο του στη Λαύρα του Αγίου Σάββα, όπου για 15 χρόνια εκπαιδεύτηκε πολύ καλά στη μοναχική ζωή. Μετά το θάνατο του θείου του, αποσύρθηκε στην έρημο και εντρυφούσε ακόμα περισσότερο στη μελέτη του λόγου του Θεού. Εκεί ασχολήθηκε και με την ποίηση, στην οποία διακρίθηκε και αναδείχθηκε ένας από τους μεγαλύτερους ποιητές της Εκκλησίας μας.Ο Στέφανος, ότι δημιουργούσε με το ταλέντο που του έδωσε ο Θεός, το αφιέρωνε στη δόξα του Θεού και όχι στο θαυμασμό των ανθρώπων. Διότι τον ενέπνεαν τα λόγια της Αγίας Γραφής, που ...