Παραμονή της του Χριστού Γεννήσεως * - 24/12
ΠΑΡΑΜΟΝΗ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

Σήμερα είναι τα προεόρτια (Παραμονή) των Χριστουγέννων.
Απολυτίκιον.
Ήχος δ’. Κατεπλάγη Ιωσήφ.
Ἀπεγράφετο ποτέ, σῦν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν· Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ᾽ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστός γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Κοντάκιον. Προεόρτιον.
Ήχος γ΄. Η Παρθένος σήμερον.
Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν Σπηλαίω έρχεται, αποτεκείν απορρήτως. Χόρευε, η οικουμένη ακουτισθείσα, δόξασον, μετά Αγγέλων και των Ποιμένων, βουληθέντα εποφθήναι, παιδίον νέον, τον προ αιώνων Θεόν.
Μεγαλυνάριον.
Φάτνη ετοιμάζου τα της δοχής, σπεύσατε Ποιμένες, και οι Μάγοι εκ των Περσών, συν τοις Ασωμάτοις, εν Βηθλεέμ βοήσαι, Δόξα τω τικτομένω, σώσαι τα σύμπαντα.


