- Συμβουλαί προς νέον Ηγούμενον (Οσίου Θεοδώρου Στουδίτου)
- Όσιος Θεόδωρος ο Στουδίτης. Ενας ανυποχώρητος Μαχητής της Ορθοδοξίας
- Άγιος Θεόδωρος ο Στουδίτης: Ο Μεγάλος Ομολογητής της Πίστεως (Ομιλία Αυγουστίνου Καντιώτη)
- Ο Άγιος Θεόδωρος ο Στουδίτης (ομιλία π. Αυγουστίνου Καντιώτου)
Άγιος Θεόδωρος ο Στουδίτης
Ενότητες
Φωτό & Βίντεο
Δημοφιλή Άρθρα
Εορτολόγιο (νέο ημ.)
9/10 Ιάκωβος ο του Αλφαίου, Απόστολος *
ΑΓΙΟΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΑΛΦΑΙΟΥ, ΑΠΟΣΤΟΛΟΣ ΒΙΟΓΡΑΦΙΑ Ο Άγιος Ιάκωβος, ο γιός του Αλφαίου, ο Απόστολος, ήταν ένας από τους δώδεκα μαθητές του Κυρίου, και αδελφός του Ματθαίου του Ευαγγελιστή. Ο Ιάκωβος, αφού αγωνίστηκε για την αλήθεια του Χριστού στην Ιερουσαλήμ, έπειτα πήγε και σε άλλες χώρες για να κηρύξει το Ευαγγέλιο. Εκεί, κατέστρεφε τους βωμούς των ειδώλων και με τη χάρη του Θεού γιάτρευε αρρώστιες και εξεδίωκε τα ακάθαρτα πνεύματα. Γι’ αυτό και οι ειδωλολάτρες τον ονόμαζαν θείο σπέρμα.Ο ίδρωτας, οι μόχθοι και οι κίνδυνοι που υπέστη για τη διάδοση του Ευαγγελίου, ήταν πολλοί. Ο θάνατος πολλές φορές τον πλησίασε, αλλά στη σκέψη του Ιακώβου κυριαρχούσαν ενθα...
Περισσότερα »
Εορτολόγιο (παλαιό ημ.)
26/9 Ιωάννης ο Θεολόγος, Απόστολος και Ευαγγελιστής*
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΘΕΟΛΟΓΟΣ ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΗΣ Ἀπολυτίκιον. Ἦχος β΄.Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Κοντάκιον. Ἦχος β΄. Τὰ μεγαλεῖά σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν,...
Περισσότερα »
Newsletter
Δωρεά Στον Σύνδεσμό Μας
Συμβουλαί προς νέον Ηγούμενον (Οσίου Θεοδώρου Στουδίτου)
Παρασκευή, 24 Νοεμβρίου 2023 - 12883 εμφανίσεις άρθρου
ΣΥΜΒΟΥΛΑΙ ΠΡΟΣ ΝΕΟΝ ΗΓΟΥΜΕΝΟΝ
Ὁσίου Θεοδώρου Στουδίτου
Ι’ (10) Ἐπιστολή
Νικολάῳ μαθητῇ
Ἐπειδὴ εὐδοκίᾳ Θεοῦ προεβιβάσθης, τέκνον πνευματικὸν Νικόλαε, εἰς τὸ τῆς ἡγουμενείας ἀξίωμα, δέον παραφυλάξαι σε πάντα τὰ ἐντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ.
Οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης.
Οὐ κτήσῃ τι τοῦ κόσμου τούτου, οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου.
Οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι, παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ Θεοῦ καὶ γεννωμένους σοι πνευματικῶς υἱοὺς καὶ ἀδελφούς· οὔτε εἰς τούς ποτε ἰδίους κατὰ σάρκα ἢ συγγενεῖς ἢ φίλους ἢ συνεταίρους.
Οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς, οὔτε ζῶν, οὔτε μετὰ θάνατον, ἐλεημονητικῶς ἢ κληρονομικῶς, εἰς τούς ποτε προειρημένους ἰδίους καὶ φίλους.
Οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου πλὴν εἰ μή που μεταβαῖέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ᾿ ἡμᾶς τάγμα· καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων Πατέρων.
Οὐ κτήσῃ δοῦλον, οὔτε εἰς οἰκείαν χρείαν, οὔτε εἰς ἣν ἐπιστεύθης μονήν, οὔτε εἰς ἀγρούς σου, τὸν κατ᾿ εἰκόνα Θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. Σοὶ δὲ χρεὼν ἑαυτὸν παρασχεῖν τοῖς ὁμονύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει, κἂν τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζῃ καὶ διδάσκαλος.
Οὐ σχοίης ζῶον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικήν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος, οὔτε ἐν τῇ μονῇ οὔτε ἐν τοῖς ἀγροῖς· καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων Πατέρων ἡμῶν ἐχρήσατο, οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει.
Οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης, ἀλλὰ Χριστομιμήτως πεζοπορήσεις. Εἰ δ᾿ οὔ, πῶλός σοι τὸ ὑποζύγιον ἔσται.
Παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα καὶ μηδὲν κατὰ μέρος τοῦ καθέκαστον εἰς ἐξαυθέντησιν, μέχρι καὶ ῥαφίδος. Σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μὴ τί γε ἄλλο, ἔστωσαν διαμεμερισμἐνα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς.
Οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου οὔτε πρὸς ἀρχήν, οὔτε πρὸς χειροτονίαν πρᾶξαί τι πάρεξ τῆς πατρικῆς σου ἐντάλσεως.
Οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιΐας ἢ συντεκνίας, ό φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου. Οὐ γὰρ εὕρηται ἐν τοῖς Πατράσιν εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος.
Οὐ συνεστιαθῇς μετὰ γυναικῶν, πλὴν τῆς κατὰ σάρκα μητρὸς καὶ ἀδελφῆς, οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη, καθὼς παρακελεύονται οἱ ἅγιοι Πατέρες.
Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον, ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον· ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασώζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα.
Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισάκις τὴν κατήχησιν τῇ ἑβδομάδι καὶ καθ᾽ ἑσπέραν, ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον.
Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα. Ἓν γὰρ τὸ σχῆμα, ὥσπερ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι Πατέρες ἐχρήσαντο.
Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν Πατέρων, πρό γε πάντων τοῦ ἁγίου Πατρὸς ἡμῶν Βασιλείου· ἀλλὰ πᾶν ὃ τι ποιεῖς ἢ λέγεις, ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις, ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς Θεοῦ.
Οὐ καταλείψεις τὸ ποίμνιόν σου καὶ εἰς ἕτερον μεταβήσῃ ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις, ἄνευ πατρικῆς σου διαγνώσεως.
Οὐ φιλιάσεις μετὰ κανονικῆς, οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σεμνείῳ, οὐδὲ καταμόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ, εἰ μή που ἀνάγκη ἕλκοι· καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων. Τὸ γὰρ ἕν, ὡς φησιν, εὐεπηρέαστον.
Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικός, ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον.
Οὐ ποιήσεις σεαυτῷ καταγώγιον ἢ τοῖς πνευματικοῖς σου τέκνοις οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναῖκες, ἐπὶ συχνῷ παραβάλλων, ἀλλ᾽ ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι.
Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς, ἀλλ᾿ ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπουργίαν σου ποιήσεις.
Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον, ἄνευ τοῦ ἱερατεύειν σε, ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδύσῃ.
Οὐκ ἔση ἀβροδίαιτος, οὔτε ἐν οἰκείᾳ σου δαπάνῃ οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων τοῦτο γὰρ τῆς μερίδος τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου.
Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου, ἀλλὰ τὸ κατὰ περισσείαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου, καθὼς καὶ οἱ ἅγιοι Πατέρες.
Οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα, ἀλλ᾿ ἔστω σοι πᾶσα ἡ φροντὶς ἀνήκουσα περὶ τῶν ψυχῶν. Τὸ δὲ χρυσίον καὶ τὰ κατὰ χρείαν ἐγχειρίσεις τῷ οἰκονόμῳ, τῷ κελλαρίτῃ καὶ ὡς ἐπιβάλλει ἐν ἑκάστῃ διακονίᾳ· σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἔχοντος καὶ μεταφέροντος ὡς ἂν βούλῃ ἑκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ καὶ ἀπολαμβάνοντος τὸν λόγον ἑκάστης διοικήσεως καθ΄ὃ ἐντέλλῃ.
Οὐ ποιήσεις τι ἢ πράξεις κατ᾿ οἰκείαν γνώμην ἐν παντὶ πράγματι, οὔτε ἐν προόδῳ, οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ, οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ, οὔτε ἐν ὑπαλλαγῇ διακονίας, οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωματικῶν, ἀλλ᾿ οὖν οὐδὲ ἐν τοῖς ὀνυχικοῖς σφάλμασιν, ἄνευ βουλῆς τῶν προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ, ἑνὸς ἢ δύο καὶ τριῶν ἢ καὶ πλειόνων, κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ὥσπερ ἐντέταλται Πατρικῶς.
Ταῦτα πάντα, καὶ ὅσα ἕτερα παρέλαβες, φυλάξοις καὶ φρουρήσοις, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν.
(Ἁγίου Θεοδώρου Στουδίτου, ΦΙΛΟΚΑΛΙΑ 18 Β, σελ. 56 ἤ P.G. 99, 940)